Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.129 Joseph. AJ 10.134 (English) >>Joseph. AJ 10.138

10.132καρτερῶς δὲ καὶ προθύμως ἔφερον οἱ ἐντὸς τὴν πολιορκίαν· ἔκαμνον γὰρ οὔτε πρὸς τὸν λιμὸν οὔτε πρὸς τὴν νόσον τὴν λοιμικήν, ἀλλὰ καίπερ ἔνδον ὑπὸ τούτων ἐλαυνόμενοι τῶν παθῶν τὰς ψυχὰς ἔρρωντο πρὸς τὸν πόλεμον, μήτε πρὸς τὰς ἐπινοίας τῶν ἐχθρῶν καὶ τὰ μηχανήματα καταπληττόμενοι, ἀλλʼ ἀντιμηχανήματα πρὸς πάντα τὰ παρʼ ἐκείνων ἀντεπινοοῦντες· 10.133ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα. 10.134καὶ ταῦθʼ ὑπέμειναν ἐπὶ μῆνας ὀκτωκαίδεκα ἕως οὗ διεφθάρησαν ὑπὸ τοῦ λιμοῦ καὶ τῶν βελῶν, ἅπερ ἀπὸ τῶν πύργων εἰς αὐτοὺς ἠκόντιζον οἱ πολέμιοι. 10.135

Ἡιρέθη δʼ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δʼ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν Ναβουχοδονόσορος· αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.129 Joseph. AJ 10.134 (English) >>Joseph. AJ 10.138

Powered by PhiloLogic